Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.112 Joseph. AJ 15.117 (English) >>Joseph. AJ 15.122

15.115ἔκπληξις δʼ εὐθὺς ἐμπίπτει τοῖς Ἄραψιν· ἀντιστάντες γὰρ εἰς ὀλίγον ὡς ἑώρων ἀμάχους ὄντας καὶ μεστοὺς φρονήματος, ἔφευγον οἱ πλείους ἐγκλίναντες κἂν διεφθάρησαν Ἀθηνίωνος μὴ κακώσαντος Ἡρώδην καὶ τοὺς Ἰουδαίους. 15.116οὗτος γὰρ ὢν στρατηγὸς μὲν Κλεοπάτρας ἐπὶ τῶν ἐκεῖ, διάφορος δὲ Ἡρώδῃ, τὸ μέλλον οὐκ ἀπαρασκεύως ἐσκόπει, δρασάντων μέν τι λαμπρὸν τῶν Ἀράβων ἐγνωκὼς ἡσυχίαν ἄγειν, ἡττωμένων δέ, καὶ συνέβη, τοῖς ἀπὸ τῆς χώρας συνεληλυθόσι τῶν οἰκείων παρεσκευασμένος ἐπιτίθεσθαι τοῖς Ἰουδαίοις. 15.117καὶ τότε κεκμηκόσι τε καὶ νικᾶν οἰομένοις ἀπροσδοκήτως ἐπιπεσὼν πολὺν ἐποίει φόνον· τάς τε γὰρ προθυμίας εἰς τοὺς ὁμολογουμένους ἐχθροὺς ἐκδαπανήσαντες οἱ Ἰουδαῖοι καὶ τῷ νικᾶν ἐπʼ ἀδείας χρώμενοι ταχὺ τῶν ἐπιχειρησάντων ἡττῶντο καὶ πολλὰς ἐλάμβανον πληγὰς ἐν χωρίοις ἀφίπποις καὶ πετρώδεσιν, ὧν πλείω τὴν ἐμπειρίαν εἶχον οἱ τὴν ἐπίθεσιν ποιησάμενοι. 15.118κακῶς δὲ πασχόντων οἵ τε Ἄραβες αὑτοὺς ἀνειλήφεσαν καὶ πάλιν ὑποστρέψαντες ἔκτεινον ἤδη τετραμμένους. ἐγένοντο δὲ παντοδαπαὶ κτιννυμένων ἀπώλειαι, καὶ τῶν διαπιπτόντων οὐ πολλοὶ συνέφευγον εἰς τὸ στρατόπεδον. 15.119 δὲ βασιλεὺς Ἡρώδης ἀπεγνωκὼς τὰ κατὰ τὴν μάχην ἀφιππάζεται βοήθειαν ἄξων· οὐ μὴν ἔφθη καίπερ ἐσπουδακὼς ἐπαρκεῖν, ἀλλὰ τὸ μὲν στρατόπεδον ἥλω τῶν Ἰουδαίων, οἱ δʼ Ἄραβες οὐδὲ μετρίως εὐτυχήκεσαν ἐκ παραλόγου νίκην τε ἧς πλεῖστον ἀπεδέησαν ἀνειληφότες καὶ πολλὴν τῶν ἐναντίων ἀφῃρημένοι δύναμιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.112 Joseph. AJ 15.117 (English) >>Joseph. AJ 15.122

Powered by PhiloLogic